Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.20 Joseph. AJ 10.25 (English) >>Joseph. AJ 10.28

10.23καὶ διατρίψας ἐν αὐτῇ ὀλίγον χρόνον δολοφονηθεὶς ὑπὸ τῶν πρεσβυτέρων παίδων Ἀνδρομάχου καὶ Σελευκάρου τελευτᾷ τὸν βίον καὶ ἀνετέθη τῷ ἰδίῳ ναῷ Ἀράσκῃ λεγομένῳ. καὶ οἱ μὲν φυγαδευθέντες ἐπὶ τῷ φόνῳ τοῦ πατρὸς ὑπὸ τῶν πολιτῶν εἰς τὴν Ἀρμενίαν ἀπῆραν, διαδέχεται δὲ τὴν βασιλείαν τῶν μετʼ αὐτοὺς καταφρονῶν τοῦ Σεναχειρίμου Ἀσαραχόδδας. καὶ τὸ μὲν τῆς Ἀσσυρίων στρατείας τῆς ἐπὶ τοὺς Ἱεροσολυμίτας τέλος τοιοῦτο συνέβη γενέσθαι. 10.24

Ἐζεκίας δʼ βασιλεὺς παραδόξως ἀπαλλαγεὶς τῶν φόβων χαριστηρίους σὺν ἅπαντι τῷ λαῷ θυσίας ἐπετέλεσε τῷ θεῷ, μηδεμιᾶς ἄλλης αἰτίας τῶν πολεμίων τοὺς μὲν διαφθειράσης τοὺς δὲ φόβῳ τῆς ὁμοίας τελευτῆς ἀπαλλαξάσης ἀπὸ τῶν Ἱεροσολυμιτῶν τῆς συμμαχίας τῆς ἀπὸ τοῦ θεοῦ. 10.25πάσῃ δὲ χρησάμενος σπουδῇ καὶ φιλοτιμίᾳ περὶ τὸν θεὸν μετʼ οὐ πολὺ νόσῳ χαλεπῇ περιπεσὼν ἀπέγνωστο μὲν ὑπὸ τῶν ἰατρῶν, χρηστὸν δὲ περὶ αὑτοῦ οὐδὲν προσδοκῶν, οὐδὲ γὰρ οἱ φίλοι. τῇ δὲ νόσῳ προσετίθετο καὶ ἀθυμία δεινὴ ὑπὸ τοῦ βασιλέως αὐτοῦ τὴν ἀπαιδίαν λογιζομένου, καὶ ὅτι μέλλοι τελευτᾶν ἔρημον καταλιπὼν τὸν οἶκον καὶ τὴν ἀρχὴν γνησίας διαδοχῆς. 10.26κάμνων οὖν ὑπʼ αὐτῆς τῆς ἐννοίας μάλιστα καὶ ὀδυρόμενος ἱκέτευε τὸν θεὸν αὐτῷ ζωῆς ὀλίγον χρόνον προσεπιδοῦναι μέχρι τέκνων γονῆς, καὶ μὴ πρότερον πατὴρ γένηται τὴν ψυχὴν αὐτὸν ἐᾶσαι καταλιπεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.20 Joseph. AJ 10.25 (English) >>Joseph. AJ 10.28

Powered by PhiloLogic